Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.1 Joseph. AJ 20.6 (English) >>Joseph. AJ 20.11

20.4λαβὼν οὖν τρεῖς τοὺς πρώτους αὐτῶν τοὺς καὶ τῆς στάσεως αἰτίους δῆσαι προσέταξεν, εἶτα τὸν μὲν αὐτῶν ἀνεῖλεν, Ἀννίβας δʼ ἦν ὄνομα τούτῳ, Ἀμαράμῳ δὲ καὶ Ἐλεαζάρῳ τοῖς δυσὶ φυγὴν ἐπέβαλεν. 20.5ἀναιρεῖται δὲ καὶ Θολομαῖος ἀρχιλῃστὴς μετʼ οὐ πολὺν χρόνον ἀχθεὶς ἐπʼ αὐτὸν διατεθεικὼς μέγιστα κακὰ τὴν Ἰδουμαίαν καὶ τοὺς Ἄραβας, ἐκαθάρθη τε λῃστηρίων ἅπασα τοὐντεῦθεν Ἰουδαία προνοίᾳ καὶ φροντίδι τῇ Φάδου· 20.6ὃς δὴ καὶ τότε μεταπεμψάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς πρώτους τῶν Ἱεροσολυμιτῶν παρῄνεσεν αὐτοῖς τὸν ποδήρη χιτῶνα καὶ τὴν ἱερὰν στολήν, ἣν φορεῖν μόνος ἀρχιερεὺς ἔθος ἔχει, εἰς τὴν Ἀντωνίαν, ἥπερ ἐστὶ φρούριον, καταθέσθαι κεισομένην ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ δὴ καὶ πρότερον ἦν. 20.7οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δʼ ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρʼ αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο. 20.8οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. ὑπακουσάντων δʼ ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.1 Joseph. AJ 20.6 (English) >>Joseph. AJ 20.11

Powered by PhiloLogic